Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.305 Joseph. AJ 16.310 (English) >>Joseph. AJ 16.316

16.308 δʼ οὐκ ἦν τὴν Ἀλεξάνδρου δύσνοιαν ἐξ ὧν ἔλεγεν ἀκηκοέναι διηγούμενος ἀπίθανος, ἀλλʼ οὕτω διέθηκε τὸν βασιλέα περιάγων ἀεὶ τοῖς ῥήμασι καὶ παροξύνων, ὡς ἀμετάγνωστον ποιῆσαι τὸ μῖσος. ἐδήλωσεν δὲ καὶ πρὸς αὐτὸν τὸν καιρόν· 16.309εὐθὺς γὰρ Εὐρυκλεῖ δίδωσιν πεντήκοντα τάλαντα δωρεάν. δὲ ταῦτα λαβὼν καὶ πρὸς Ἀρχέλαον ἀναβὰς τὸν βασιλέα τῶν Καππαδόκων τὸν Ἀλέξανδρον ἐπῄνει καὶ χρήσιμος ἔλεγεν αὐτῷ πολλὰ πρὸς τὰς διαλλαγὰς τὰς πρὸς τὸν πατέρα γεγενῆσθαι. 16.310χρηματισάμενος δὲ καὶ παρʼ ἐκείνου πρὶν καταφωραθῆναι τῆς κακοηθείας ἀπῄει. Εὐρυκλῆς μὲν οὖν οὐδὲ ἐν τῇ Λακεδαίμονι παυσάμενος εἶναι μοχθηρὸς ἐπὶ πολλοῖς ἀδικήμασιν ἀπεστερήθη τῆς πατρίδος. 16.311

δὲ τῶν Ἰουδαίων βασιλεὺς οὐχ ὥσπερ πρότερον εἶχεν πρός τε τὸν Ἀλέξανδρον καὶ τὸν Ἀριστόβουλον ἀκούειν μόνον τὰς κατʼ αὐτῶν διαβολάς, ἀλλʼ ἤδη διὰ μίσους οἰκείου γεγενημένος αὐτὸς εἰ καὶ μὴ λέγοι τις ἐξειργάζετο, 16.312παρατηρῶν ἕκαστα καὶ πυνθανόμενος καὶ πᾶσιν ἐνδιδοὺς τοῖς βουλομένοις, εἴ τις ἔχοι τι κατʼ ἐκείνων εἰπεῖν, Εὐάρατόν τε Κῷον Ἀλεξάνδρῳ συνειδέναι. καὶ τοῦτο μὲν οὖν καθʼ ἡδονὴν τὸ πάντων ἥδιστον Ἡρώδης ἐλάμβανεν. 16.313

Ἐπιγίνεται δὲ κατὰ τῶν νεανίσκων μεῖζόν τι σκευωρουμένης ἀεὶ τῆς κατʼ αὐτῶν διαβολῆς καὶ πᾶσιν, ὡς εἰπεῖν, ἄθλου τούτου προκειμένου λέγειν τι περὶ ἐκείνων δυσχερὲς πρὸς τῆς τοῦ βασιλεύοντος ἐδόκει σωτηρίας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.305 Joseph. AJ 16.310 (English) >>Joseph. AJ 16.316

Powered by PhiloLogic